Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.42 Dem. 44.45 (English) >>Dem. 44.48

44.44πρῶτον μὲν οὖν, ἄνδρες δικασταί, ὡς ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους ἐκ τῶν Ὀτρυνέων Λεώστρατος οὑτοσὶ καταλιπὼν υἱὸν τῷ Ἀρχιάδῃ γνήσιον, καὶ ὅτι πατὴρ αὐτοῦ ἔτι πρότερον τὸ αὐτὸ τοῦτʼ ἐπεποιήκει, καὶ ὡς καταλειφθεὶς ἄπαις τετελεύτηκεν, καὶ ὡς νῦν διαμεμαρτυρηκὼς πρότερον εἰς τοὺς δημότας εἰς τοὺς φράτερας ἐνεγράφη, τούτων ὑμῖν τὰς τῶν φρατέρων καὶ τὰς τῶν δημοτῶν μαρτυρίας ἀναγνώσεται, καὶ τῶν ἄλλων δὲ τῶν εἰρημένων, ὧν οὗτοι πεποιήκασιν, ἁπάντων ὑμῖν τὰς μαρτυρίας καθʼ ἓν ἕκαστον παρέξομαι. καί μοι κάλει τοὺς μάρτυρας δευρί.Μάρτυρες

44.45τῶν μὲν τοίνυν πραγμάτων ἁπάντων ἀκηκόατε, ἄνδρες δικασταί, καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων περὶ τὸν κλῆρον τοῦτον καὶ τῶν ὕστερον συμβάντων, ἐπειδὴ τάχιστα τὴν λῆξιν ἡμεῖς ἐποιησάμεθα. λοιπὸν δʼ ἐστὶ περί τε τῆς διαμαρτυρίας αὐτῆς εἰπεῖν καὶ περὶ τῶν νόμων καθʼ οὓς ἀξιοῦμεν κληρονομεῖν· ἔτι δέ, ἂν ἐγχωρῇ τὸ ὕδωρ καὶ μὴ μέλλωμεν ὑμῖν ἐνοχλεῖν, ἐξελέγξαι τὰ ὑπὸ τούτων ῥηθησόμενα, ὅτι οὔτε δίκαια οὔθʼ ὑγιῆ ἐστι. καὶ πρῶτον μὲν τὴν διαμαρτυρίαν ἀναγνώτω, καὶ σφόδρα τὸν νοῦν αὐτῇ προσέχετε· περὶ γὰρ ταύτης ψῆφος οἰσθήσεται νυνί.Διαμαρτυρία

44.46οὐκοῦν δήπου διαμεμαρτύρηκεν οὑτοσί, ὡς ἀκηκόατε, “μὴ ἐπίδικον εἶναι τὸν κλῆρον τὸν Ἀρχιάδου, ὄντων αὐτῷ παίδων γνησίων κυρίως κατὰ τὸν θεσμόν.” ἐξετάσωμεν τοίνυν, εἰ εἰσὶν τὰ ψευδῆ διαμεμαρτύρηκεν οὑτοσί. γὰρ Ἀρχιάδης ἐκεῖνος, οὗ ἐστιν κλῆρος, ἐποιήσατο υἱὸν τὸν τοῦ διαμεμαρτυρηκότος νυνὶ πάππον· ἐκεῖνος δʼ ἐγκαταλιπὼν υἱὸν γνήσιον τὸν τούτου πατέρα Λεώστρατον ἐπανῆλθεν εἰς τοὺς Ἐλευσινίους.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 44.42 Dem. 44.45 (English) >>Dem. 44.48

Powered by PhiloLogic